Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.212 Joseph. AJ 5.217 (English) >>Joseph. AJ 5.221

5.215

Τοῦτʼ οὖν διηγούμενος Γεδεὼν τισὶ τῶν νέων ἐπιστεύετο, καὶ παραχρῆμα πρὸς τοὺς ἀγῶνας ἕτοιμον ἦν τὸ στρατόπεδον μυρίων ἀνδρῶν. ἐπιστὰς δὲ κατὰ τοὺς ὕπνους θεὸς τῷ Γεδεῶνι τὴν ἀνθρωπίνην φύσιν αὐτῷ φίλαυτον οὖσαν ἐδήλου καὶ πρὸς τοὺς ἀρετῇ διαφέροντας ἀπεχθανομένην, ὅπως τε τὴν νίκην παρέντες τοῦ θεοῦ δοκεῖν νομίζουσιν ἰδίαν ὡς πολὺς στρατὸς ὄντες καὶ πρὸς τοὺς πολεμίους ἀξιόμαχος. 5.216ἵνα μάθωσιν οὖν βοηθείας τῆς αὐτοῦ τὸ ἔργον, συνεβούλευε περὶ μεσοῦσαν τὴν ἡμέραν ἐν ἀκμῇ τοῦ καύματος ὄντος ἄγειν τὴν στρατιὰν ἐπὶ τὸν ποταμὸν καὶ τοὺς μὲν κατακλιθέντας καὶ οὕτως πίνοντας εὐψύχους ὑπολαμβάνειν, ὅσοι δʼ ἂν ἐσπευσμένως καὶ μετὰ θορύβου πίνοντες τύχοιεν τούτους δειλοὺς νομίζειν καὶ καταπεπληγότας τοὺς πολεμίους. 5.217ποιήσαντος δὲ τοῦ Γεδεῶνος κατὰ τὰς ὑποθήκας τοῦ θεοῦ τριακόσιοι ἄνδρες εὑρέθησαν ταῖς χερσὶ μετὰ φόβου προσενεγκάμενοι τὸ ὕδωρ τεταραγμένως, ἔφησέ τε θεὸς τούτους ἐπαγόμενον ἐπιχειρεῖν τοῖς πολεμίοις. ἐστρατοπεδεύοντο δὲ ὑπὲρ τοῦ Ἰορδάνου μέλλοντες εἰς τὴν ἐπιοῦσαν περαιοῦσθαι. 5.218

Γεδεῶνος δʼ ἐν φόβῳ καθεστῶτος, καὶ γὰρ νυκτὸς ἐπιχειρεῖν αὐτῷ θεὸς προειρήκει, τοῦ δέους αὐτὸν ἀπαγαγεῖν βουλόμενος κελεύει προσλαβόντα ἕνα τῶν στρατιωτῶν πλησίον χωρεῖν ταῖς Μαδιηνιτῶν σκηναῖς· παρʼ αὐτῶν γὰρ ἐκείνων λήψεσθαι φρόνημα καὶ θάρσος.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.212 Joseph. AJ 5.217 (English) >>Joseph. AJ 5.221

Powered by PhiloLogic